TLG 0251 001 :: EUENUS :: Fragmenta EUENUS Eleg. Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 64–67. frr. 1–9a Citation: Fragment — (line) | ||
1 | πολλοῖς δ’ ἀντιλέγειν (μέν) | |
1 | ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν, οὐκέτι τοῦτ’ ἐν ἔθει. καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· “σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.” | |
---|---|---|
5 | τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, | |
οἵπερ καὶ ῥήιστης εἰσὶ διδασκαλίης. | 64 | |
2 | Βάκχου μέτρον ἄριστον ὃ μὴ πολὺ μηδ’ ἐλάχιστον· ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης. χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος· τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος. | |
5 | εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν ἔρωτας, βαπτίζει δ’ ὕπνωι, γείτονι τοῦ θανάτου. | |
3 | ἡγοῦμαι σοφίης εἶναι μέρος οὐκ ἐλάχιστον ὀρθῶς γινώσκειν οἷος ἕκαστος ἀνήρ. | |
4 | πρὸς σοφίηι μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστιν· χωρὶς δὲ βλαβερή, καὶ κακότητα φέρει. | |
5 | πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψεν κρυπτόμενον· μανίης †πολὺ χειρότερον. | |
6 | ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. | 65 |
7 | ἥτις κερδαίνους’ οὐδὲν ὅμως ἀδικεῖ. | |
8 | πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ’ ἀνιηρὸν ἔφυ. | |
9 | φημὶ πολυχρόνιον μελέτην ἔμεναι φίλε, καὶ δὴ | |
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι. | 66 | |
9a | σοφώτατόν τοι κἀμαθέστατον χρόνος. | 67 |